Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.237 Joseph. AJ 6.241 (English) >>Joseph. AJ 6.245

6.239

Καὶ τότε μὲν τοῦ βασιλέως παῖς ἐκπηδήσας ἀπὸ τοῦ δείπνου καὶ μηδὲν ὑπὸ λύπης προσενέγκασθαι δυνηθείς, κλαίων αὑτὸν μὲν τοῦ παρὰ μικρὸν ἀπολέσθαι τοῦ κατακεκρίσθαι δʼ ἀποθανεῖν Δαυίδην διενυκτέρευσεν. ἅμα δὲ ἡμέρᾳ πρὸ τῆς πόλεως εἰς τὸ πεδίον ὡς γυμνασόμενος μὲν δηλώσων δὲ τῷ φίλῳ τὴν τοῦ πατρὸς διάθεσιν, ὡς συνέθετο, πρόεισι. 6.240ποιήσας δὲ Ἰωνάθης τὰ συγκείμενα τὸν μὲν ἑπόμενον ἀπολύει εἰς τὴν πόλιν παῖδα, ἦν δʼ ἠρεμία τῷ Δαυίδῃ παρελθεῖν εἰς ὄψιν αὐτῷ καὶ λόγους. ἀναφανεὶς δʼ οὗτος πίπτει πρὸ τῶν Ἰωνάθου ποδῶν καὶ προσκυνῶν σωτῆρα αὐτοῦ τῆς ψυχῆς ἀπεκάλει. 6.241ἀνίστησι δʼ ἀπὸ τῆς γῆς αὐτόν, καὶ περιπλακέντες ἀλλήλους μακρά τε ἠσπάζοντο καὶ δεδακρυμένα τήν τε ἡλικίαν ἀποθρηνοῦντες αὑτῶν καὶ τὴν ἐφθονημένην ἑταιρίαν καὶ τὸν μέλλοντα διαχωρισμόν, ὃς οὐδὲν αὐτοῖς ἐδόκει θανάτου διαφέρειν. μόλις δʼ ἐκ τῶν θρήνων ἀνανήψαντες καὶ μεμνῆσθαι τῶν ὅρκων ἀλλήλοις παρακελευσάμενοι διελύθησαν. 6.242

Δαυίδης δὲ φεύγων τὸν βασιλέα καὶ τὸν ἐξ αὐτοῦ θάνατον εἰς Ναβὰν παραγίνεται πόλιν πρὸς Ἀβιμέλεχον τὸν ἀρχιερέα, ὃς ἐπὶ τῷ μόνον ἥκοντα ἰδεῖν καὶ μήτε φίλον σὺν αὐτῷ μήτʼ οἰκέτην παρόντα ἐθαύμασε καὶ τὴν αἰτίαν τοῦ μηδένα εἶναι σὺν αὐτῷ μαθεῖν ἤθελεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.237 Joseph. AJ 6.241 (English) >>Joseph. AJ 6.245

Powered by PhiloLogic